Φθάσαντες τήν μεγάλην ἑορτήν τῶν Χριστουγέννων, δοξολογοῦμεν ἐν ὕμνοις καἰ ᾠδαῖς πνευματικαῖς τόν δι᾿ ἡμᾶς τούς ἀνθρώπους κενώσαντα ἑαυτόν καί τήν ἡμετέραν σάρκα ἀναλαβόντα Κύριον, ἵνα λυτρώσηται ἡμᾶς ἐκ τῆς «δουλείας τοῦ ἀλλοτρίου» καί ἀνοίξῃ τῷ γένει τῶν ἀνθρώπων Παραδείσου τάς πύλας. Ἀγάλλεται ἡ Ἐκκλησία τοῦ Χριστοῦ, βιοῦσα λειτουργικῶς τό ὅλον μυστήριον τῆς Θείας Οἰκονομίας, προγευομένη τῆς δόξης τῆς ἐσχατολογικῆς Βασιλείας καί δίδουσα χριστοπρεπῶς τήν καλήν μαρτυρίαν τῆς πίστεως, τῆς ἐλπίδος καί τῆς ἀγάπης ἐν τῷ κόσμῳ.